Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.275 Joseph. AJ 12.281 (English) >>Joseph. AJ 12.286

12.279

Ἄρξας δʼ ἐνιαυτὸν καὶ καταπεσὼν εἰς νόσον προσκαλεῖται τοὺς παῖδας, καὶ περιστησάμενος αὐτοὺςἐγὼ μέν, εἶπεν, παῖδες, ἄπειμι τὴν εἱμαρμένην πορείαν, παρατίθεμαι δʼ ὑμῖν τοὐμὸν φρόνημα καὶ παρακαλῶ μὴ γενέσθαι κακοὺς αὐτοῦ φύλακας, 12.280ἀλλὰ μεμνημένους τῆς τοῦ φύσαντος ὑμᾶς καὶ θρεψαμένου προαιρέσεως ἔθη τε σώζειν τὰ πάτρια καὶ κινδυνεύουσαν οἴχεσθαι τὴν ἀρχαίαν πολιτείαν ἀνακτᾶσθαι μὴ συμφερομένους τοῖς διὰ βούλησιν διʼ ἀνάγκην προδιδοῦσιν αὐτήν, 12.281ἀλλʼ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστʼ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθʼ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δʼ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ζήσεσθε μετʼ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει· 12.282θνητὰ μὲν γὰρ τὰ σώματα ἡμῶν καὶ ἐπίκηρα, τῇ δὲ τῶν ἔργων μνήμῃ τάξιν ἀθανασίας λαμβάνομεν, ἧς ἐρασθέντας ὑμᾶς βούλομαι διώκειν τὴν εὔκλειαν καὶ τὰ μέγιστα ὑφισταμένους μὴ ὀκνεῖν ὑπὲρ αὐτῶν ἀπολιπεῖν τὸν βίον. 12.283μάλιστα δʼ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτʼ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς. καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.275 Joseph. AJ 12.281 (English) >>Joseph. AJ 12.286

Powered by PhiloLogic